Texte de travail

Ἐπὶ  Κόδρος  βασιλεύοντος, Πελοποννησίοιςγενομένης  ἀφορίας  κατὰ  τὴν  χώραν  αὐτῶν, ἔδοξε  στρατεύειν  ἐπὶ  τὴν  χώραν  αὐτῶν, ἔδοξε  στρατεύειν  ἐπὶ  τὴν  πόλιν  ἡμῶν  καὶ  ἡμῶν  τοὺς  προγόνους  ἐξαναστήσαντας, κατανείμασθαι  τὴν  χώραν . Καὶ  πρῶτον  μὲν  εἰς   Δελφοὺς  ἀποστείλαντες   τὸν   θεὸν  ἐπηρώτων   εἰ  δὴ  λήψονται  τὰς  Ἀθήνας . ἀνελόντος  δὲ  τοῦ   θεοῦ  ἀυτοῖς  ὅτι  τὴν   πόλιν  αἱρήσουσιν, ἐὰν  μὴ  τὸν  βασιλέα  τῶν  Ἀθηνάιων  ἀπο   κτείνωσιν  ἐστράτευον  ἐπὶ   τὰς   Ἀθήνας. Κλεόμαντις δὲ, τῶν Δελφῶν τις, πυθόένος τὸ χρηστήριον, δι  ἀπορρήτων ἐξήγγειλε τοῖς Ἀθηναίοις. Φασίν οὖν τὸν Κόδρον, παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήση τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἄν ἀπατήσῃ τοὺς πολεμίους, κᾆτα τὰς πύλας ὑποδύντα, φρύγανα συλλέγειν πρὸ τῆς πόλεως  προσελθόντων δ  αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ δρεπάνῳ προσπεσόντα, τὸν δὲ περιλελειμμένον παροξυθέντα τῷ Κόδρῳ καὶ νομίσαντα πτῶχον εἶναι, σπασάμενον τὸ ξίφος ἀποκτεῖναι. Τούτων δὲ γενομένων, οἱ μὲν Ἀθηναῖοι κηρύκα πέμψαντες ἠξίουν δοῦναι τὸν βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν  οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δὲ ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν, ἀπεχώρησαν.

Consignes :

- s'entraîner à lire le texte.
- pour les termes soulignés en gras, classez les mots par groupes selon les modèles de déclinaison et indiquez pour chaque terme le ou les cas possibles d'emploi.