Epiphanie des dieux – Il faut voir dieu dans ses œuvres
Xénophon Mémorables

 

Consignes :
A faire strictement en 3 heures.

 

Μὴ  ἀνάμενε  ἕως  ἄuτὰς  μορφὰς τῶν θεῶν ἴδῃς, ἀλλἐξαρκείτω σοι τὰ  ἔργα  αὐτῶν  ὁρῶντι  σέβεσθαι  καὶ τιμᾶν τοὺς θεούς. Ἐννόει  δὲ ὅτι καὶ ἀυτο οἱ θεοὶ οὕτως  ὑποδεικνύουσιν· οἵ τε  γὰρ  ἄλλοι  ἡμῖν  τἀγαθὰ  διδόντες  οὐδὲν  τούτων  εἰςτοὐμφανὲς  ἰόντες  διδόασιν, καὶ  ὁ τὸν ὅλον κόσμον συντάττων τε καὶ συνέχων, ἐν ᾧ  πάντα  τὰ καλὰ  καὶ  ἀγαθά  ἐστιν, καὶ  ἀεὶ  μὲν  χρωμένοις  ἀτριβῆ  τε  καὶ  ὑγιᾶ  καὶ  ἀγήρατον  παρέχων, θᾶττον  δὲ  νοήματος  ἀναμαρτήτως  ὑπηρετοῦντα, οὗτος  τὰ  μέγιστα  μὲν  πράττων  ὁρᾶται, τάδε  δὲ  οἰκονομῶν  ἀόρατος  ἡμῖν  ἐστιν. Ἐννόει  δὲ  ὅτι  καὶ  ὁ  πᾶσι  φανερὸς  δοκῶν  εἶναι  ηλιος  οὐκ  ἐπι  τρέπει  τοῖς  ἀνθρώποις  ἑαυτὸν  ἀκριβῶς  ὁρᾶν, ἀλλἐάν τις  αὐτὸν  ἀναιδῶς  ἐγχειρῇ  θεᾶσθαι, τὴν  ὄψιν  ἀφαιρεῖται. Καὶ  τοὺς  ὑπηρέτας  δὲ τῶν  θεῶν  εὑρήσεις  ἀφανεῖς  ὄντας·  κεραυνός τε γὰρ  καὶ  ἄνεμοι  αὐτοὶ  μὲν  οὐχ  ὁρῶνται, ἅ  δὲ  ποιοῦσι  φανερὰ  ἡμῖν  ἐστι, καὶ  προσιόντων  αὐτῶν  αἰσθανόμεθα.

143 mots